Kitap 6
82
Διευχίδας δ’ ἐν τοῖς Μεγαρικοῖς τὰς καλουμένας, φησίν, Ἀραιὰς μεταξὺ δὲ τῆς Κνιδίας καὶ τῆς Σύμης εἰσί γενομένης διαφορᾶς τοῖς συνεξορμήσασι τῷ Τριόπᾳ μετὰ τὸν ἐκείνου θάνατον, καὶ τῶν μὲν εἰς τὸ Δώτιον ἀναχωρησάντων, οἱ μὲν μετὰ Φόρβαντος μείναντες εἰς Ἰηλυσὸν ἦλθον, οἱ δὲ μετὰ Περιέργου τὴν Καμιρίδα κατέσχον. τότε λέγεται καταράσασθαι τὸν Περίεργον τῷ Φόρβαντι καὶ διὰ τοῦτο τὰς νήσους Ἀραιὰς κληθῆναι. ναυαγήσας δ’ ὁ Φόρβας καὶ Παρθενία ἡ τοῦ Φόρβαντος καὶ τοῦ Περιέργου ἀδελφὴ διενήξαντο εἰς Ἰηλυσὸν περὶ τὸν καλούμενον τόπον Σχεδίαν. καὶ αὐτοῖς περιτυχὼν Θαμνεύς, ὃς ἐτύγχανε κατὰ τὴν Σχεδίαν κυνηγετῶν, ἦγεν ὡς ξενίσων εἰς οἶκον καὶ τὸν οἰκέτην ἀπέστειλεν ἀπαγγελοῦντα τῇ γυναικὶ τἀπιτήδεια παρασκευάζειν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα καὶ τἄλλα τἀκόλουθα ἐπιτελέσας ἐξένισεν αὐτούς. καὶ ὁ Φόρβας οὕτως ἐπὶ τῷ ξενισμῷ ἥσθη ὡς καὶ τὸν βίον τελευτῶν ἐπέσκηψε τοῖς φίλοις δι’ ἐλευθέρων τοὺς ἐναγισμοὺς ἐπιτελεῖν αὐτῷ καὶ τὸ ἔθος διαμένειν ἐν τῇ θυσίᾳ τοῦ Φόρβαντος. ἐλεύθεροι γάρ εἰσιν οἱ διακονοῦντες, δούλῳ δὲ προσελθεῖν οὔκ ἐστιν ὅσιον.