Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

8 κἀν τῷ Λέβητι δέ φησιν ὁ αὐτὸς ποιητής· οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου Ἀριστονίκου τίθησι γὰρ νυνὶ νόμον, τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι ἰχθὺν ὑποτιμήσας ἀποδῶτ’ ἐλάττονος ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες τῆς ἀξίας ἀγαπῶσιν ἢ τῆς ἑσπέρας σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε. κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον πέμπτης ἅπαντες ἀγοράσουσι κατὰ τρόπον. καὶ προελθὼν δέ φησιν οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς Ἀριστονίκου νομοθέτης ι τὰ τ’ ἄλλα γὰρ νενομοθέτηκε πολλὰ καὶ παντοῖα δὴ νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι τοὺς ἰχθυοπώλας, διὰ τέλους δ᾽ ἑστηκότας· εἶτ’ εἰς νέωτά φησι γράψειν κρεμαμένους, καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.
9 ἐμφανίζει δ’ αὐτῶν καὶ τὸ σκαιόν, ἔτι δὲ μισάνθρωπον Ἀντιφάνης ἐν Μισοπονήρῳ πρὸς τοὺς ἐν τῷ βίῳ κακίστους τὴν σύγκρισιν αὐτῶν ποιούμενος διὰ τούτων εἶτ’ οὐ σοφοὶ δῆτ’ εἰσὶν οἱ Σκύθαι σφόδρα, οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα; β. οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον κακὸν οὐκ ἂν γένοιτο. α. μετά γε μαίας νὴ Δία· αὗται δ’ ὑπερβάλλουσι. β. μετά γε νὴ Δία τοὺς μητραγυρτοῦντάς, τὸ πολὺ γὰρ αὖ γένος μιαρώτατον τοῦτ’ ἐστίν. α. εἰ μὴ νὴ Δία τοὺς ἰχθυοπώλας τις λέγειν μιαρωτάτους βούλοιτο. β. μετά γε τοὺς τραπεζίτας· ἔθνος τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi