Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

49 Ποσειδώνιος δ’ ὁ Ἀπαμεὺς ἐν τῇ κʹ καὶ τρίτῃ τῶν ἱστοριῶν (FHG III 259) ‘Κελτοί’, φησί, ‘περιάγονται μεθ’ αὑτῶν καὶ πολεμοῦντες συμβιωτάς, οὓς καλοῦσι παρασίτους. οὗτοι δὲ ἐγκώμια αὐτῶν καὶ πρὸς ἁθρόους λέγουσιν ἀνθρώπους συνεστῶτας καὶ πρὸς ἕκαστον τῶν κατὰ μέρος ἐκείνων ἀκροωμένων. τὰ δὲ ἀκούσματα αὐτῶν εἰσιν οἱ καλούμενοι βάρδοι· ποιηταὶ δὲ οὗτοι τυγχάνουσι μετ’ ᾠδῆς ἐπαίνους λέγοντες.’ ἐν δὲ τῇ τετάρτῃ καὶ τριακοστῇ ὁ αὐτὸς συγγραφεὺς (FHG III 264) Ἀπολλώνιόν τινα ἀναγράφει παράσιτον γεγονότα Ἀντιόχου τοῦ Γρυποῦ ἐπικαλουμένου τοῦ τῆς Συρίας βασιλέως. Ἀριστόδημος δ᾽ ἱστορεῖ (FHG III 310) Βῖθυν τὸν Λυσιμάχου τοῦ βασιλέως παράσιτον, ἐπεὶ αὐτοῦ εἰς τὸ ἱμάτιον ὁ Λυσίμαχος ἐνέβαλε ξύλινον σκορπίον, ἐκταραχθέντα ἀναπηδῆσαι, εἶτα γνόντα τὸ γεγενημένον ‘κἀγὼ σέ’, φησίν, ‘ἐκφοβήσω, βασιλεῦ· δός μοι τάλαντον.’ ἦν δ’ ὁ Λυσίμαχος μικρολογώτατος. Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ βʹ καὶ εἰκοστῇ τῶν Εὐρωπιακῶν (FHG III 193) Ἀριστομάχου τοῦ Ἀργείων τυράννου παράσιτον γενέσθαι φησὶν Ἀνθεμόκριτον τὸν παγκρατιαστήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi