Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

4 ἐπεισῆλθον οὖν ἡμῖν παῖδες πλῆθος ὅσον ἰχθύων φέροντες θαλασσίων λιμναίων τε ἐπὶ πινάκων ἀργυρῶν, ὡς θαυμάσαι μετὰ τοῦ πλούτου καὶ τὴν πολυτέλειαν· μονονουχὶ γὰρ καὶ τὰς Νηρηίδας ὠψωνήκει. καί τις τῶν παρασίτων καὶ κολάκων ἔφη τὸν Ποσειδῶ πέμπειν τῷ Νιττουνίῳ ἡμῶν τοὺς ἰχθῦς οὐ διὰ τῶν ἐν τῇ Ῥώμῃ ἴσον ἴσῳ τῶν τὸν ἰχθὺν πωλούντων, ἀλλὰ τοὺς μὲν ἐξ Ἀντίου κεκομίσθαι, ἑτέρους δ’ ἐκ Ταρακινῶν καὶ τῶν καταντικρὺ νήσων Ποντίων, ἄλλους δ’ ἐκ Πύργων· πόλις δ᾽ αὕτη Τυρρηνική. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἰχθυοπῶλαι οὐδ’ ὀλίγον ἀποδέουσι τῶν κατὰ τὴν Ἀττικήν ποτε κωμῳδηθέντων· περὶ ὧν Ἀντιφάνης μὲν ἐν Νεανίσκοις φησίν (II 79 K)· ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας εἶναί τι λογοποίημα· πρὸς ἀγορὰν δ’ ὅταν ἔλθω, πεπίστευκ᾽· ἐμβλέπων γὰρ αὐτόθι τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι· ὥστ’ ἐξ ἀνάγκης ἔστ’ ἀποστραφέντι μοι λαλεῖν πρὸς αὐτούς. ἂν ἴδω γὰρ ἡλίκον ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi