Kitap 5
20
ἐκαθέζοντο δὲ καὶ δειπνοῦντες οἱ τότε. πολλαχοῦ γοῦν ὁ Ὅμηρός φησιν· Od. 1.145 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε. ὁ γὰρ θρόνος αὐτὸ μόνον ἐλευθέριός ἐστιν καθέδρα σὺν ὑποποδίῳ, ὅπερ θρῆνυν καλοῦντες ἐντεῦθεν αὐτὸν ὠνόμασαν θρόνον τοῦ θρήσασθαι χάριν, ὅπερ ἐπὶ τοῦ καθέζεσθαι τάσσουσιν, ὡς Φιλητᾶς (fr. 21 Bach)· θρήσασθαι δὲ πλατάνῳ γαίῃ ὕπο. ὁ δὲ κλισμὸς περιττοτέρως κεκόσμηται ἀνακλίσει. τούτων δ’ εὐτελέστερος ἦν ὁ δίφρος· τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ εἶναι δοκοῦντι ‘δίφρον ἀεικέλιον, φησί (Od. 20.259), καταθεὶς ὀλίγην τε τράπεζαν.’