Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 4

63 Δοῦρις δ’ ἐν ζ Μακεδονικῶν περὶ Πασικύπρου λέγων τοῦ ἐν Κύπρῳ βασιλέως ὅτι ἄσωτος ἦν γράφει καὶ τάδε· ᾽ Ἀλέξανδρος μετὰ τὴν Τύρου πολιορκίαν Πνυταγόραν ἀποστέλλων ἄλλας τε δωρεὰς ἔδωκε καὶ χωρίον ὃ ᾐτήσατο. πρότερον δὲ τοῦτο Πασίκυπρος ὁ βασιλεύων ἀπέδοτο δι’ ἀσωτίαν πεντήκοντα ταλάντων Πυγμαλίωνι τῷ Κιτιεῖ, ἅμα τὸ χωρίον καὶ τὴν αὑτοῦ βασιλείαν καὶ λαβὼν τὰ χρήματα κατεγήρασεν ἐν Ἀμαθοῦντι τοιοῦτος ἐγένετο καὶ Αἰθίοψ ὁ Κορίνθιος, ὥς φησι Δημήτριος ὁ Σκήψιος, οὗ μνημονεύει Ἀρχίλοχος, ὑπὸ φιληδονίας γὰρ καὶ ἀκρασίας καὶ οὗτος μετ’ Ἀρχίου πλέων εἰς Σικελίαν ὅτ’ ἔμελλεν κτίζειν Συρακούσας τῷ ἑαυτοῦ συσσίτῳ μελιτούττης ἀπέδοτο τὸν κλῆρον ὃν ἐν Συρακούσαις λαχὼν ἔμελλεν ἕξειν. ᾽
64 εἰς τοσοῦτον δ’ ἀσωτίας ἐληλύθει καὶ Δημήτριος ὁ Δημητρίου τοῦ Φαληρέως ἀπόγονος, ὥς φησιν Ἡγήσανδρος, ὥστε Ἀρισταγόραν μὲν ἔχειν τὴν Κορινθίαν ἐρωμένην, ζῆν δὲ πολυτελῶς. ἀνακαλεσαμένων δ’ αὐτὸν τῶν Ἀρεοπαγιτῶν καὶ κελευόντων βέλτιον ζῆν, ᾽ ἀλλὰ καὶ νῦν, εἶπεν, ἐλευθερίως ζῶ. καὶ γὰρ ἑταίραν ἔχω τὴν καλλίστην καὶ ἀδικῶ οὐδένα καὶ πίνω Χῖον οἶνον καὶ τἄλλ’ ἀρκούντως παρασκευάζομαι, τῶν ἰδίων μου προσόδων εἰς ταῦτα ἐκποιουσῶν, οὐ καθάπερ ὑμῶν ἔνιοι δεκαζόμενος ζῶ καὶ μοιχεύων καὶ τῶν τὰ τοιαῦτα πραττόντων καὶ ἐπ’ ὀνόματός τινας κατέλεξε. ταῦτα δ’ ἀκούσας Ἀντίγονος ὁ βασιλεὺς θεσμοθέτην αὐτὸν κατέστησεν. τοῖς δὲ Παναθηναίοις ἵππαρχος ὢν ἰκρίον ἔστησε πρὸς τοῖς Ἑρμαῖς Ἀρισταγόρᾳ μετεωρότερον τῶν Ἑρμῶν, Ἐλευσῖνί τε μυστηρίων ὄντων ἔθηκεν αὐτῇ θρόνον παρὰ τὸ ἀνάκτορον, οἰμώξεσθαι φήσας τοὺς κωλύσοντας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi