Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 4

43 ταῦτ’ εἰπεῖν εἶχον, ἄνδρες φίλοι καὶ συμπόται (Arist. Plut. 254) τῶν Ἑλλήνων πολὺ πρῶτοι, περὶ ἀρχαίων συμποσίων ἐπιστάμενος. ἀκριβῶς δ’ ὁ σοφὸς Πλάτων ἐν τῷ πρώτῳ Νόμων περὶ συμποσίων διηγεῖται λέγων οὕτως (p. 637a)· ‘καὶ οὔτ’ ἂν ἐπ’ ἀγρῶν ἴδοις οὔτ’ ἐν ἄστεσιν ὅσων Σπαρτιάταις μέλει συμπόσια οὐδ’ ὁπόσα τούτοις ξυνεπόμενα πάσας ἡδονὰς κινεῖ κατὰ δύναμιν. οὐδ’ ἔστιν ὅστις ἂν ἀπαντῶν κωμάζοντί τινι μετὰ μέθης οὐκ ἂν τὴν μεγίστην δίκην εὐθὺς ἐπιθείη καὶ οὐδ’ ἂν Διονύσια πρόφασιν ἔχοντ’ αὐτὸν ῥύσαιτο, ὥσπερ ἐν ἁμάξαις εἶδον παρ’ ὑμῖν ἐγώ, καὶ ἐν Τάραντι δὲ παρὰ τοῖς ἡμετέροις ἀποίκοις πᾶσαν τὴν πόλιν ἐθεασάμην περὶ τὰ Διονύσια μεθύουσαν. ἐν Λακεδαίμονι οὐκ ἔστ’ οὐδὲν τοιοῦτον.’

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi