Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 3

58 Λυγκεὺς δ’ ὁ Σάμιος, ὁ Θεοφράστου γνώριμος, καὶ τὴν σὺν ὀπῷ χρῆσιν αὐτῆς οἶδεν. ἀναγράφων γοῦν τὸ Πτολεμαίου συμπόσιόν φησιν οὕτως ` ᾽ μήτρας τινὸς περιφερομένης ἐν ὄξει καὶ ὀπῷ.` τοῦ δὲ ὀποῦ μέμνηται Ἀντιφάνης ἐν Δυσέρωσι περὶ Κυρήνης τὸν λόγον ποιούμενος ἐκεῖσε δ’ οὐ πλέω ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν, καυλῷ, κέλησι, μασπέτοις, πυρετοῖς, ὀπῷ. τῆς δὲ διαφορᾶς τῆς περὶ τὴν ἐκτομίδα μνημονεύει Ἵππαρχος ὁ τὴν Αἰγυπτιακὴν Ἰλιάδα συνθεὶς ἐν τούτοις· ἀλλὰ λοπὰς μ’ εὔφραιν’ ἢ μήτρης καλὰ πρόσωπα ἐκβολάδος, δέλφαξ δ’ ἐν κλιβάνῳ ἡδέα ὄζων. Σώπατρος δ’ ἐν μὲν Ἱππολύτῳ φησὶν ἀλλ’ οἷα μήτρα καλλίκαρπος ἐκβολὰς δίεφθα λευκανθεῖσα τυροῦται δέμας, ἐν δὲ Φυσιολόγῳ· μήτρας ὑείας οὐκ ἀφεψηθεὶς τόμος, τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων. ἐν δὲ Σίλφαις· μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον, δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi