Kitap 3
4
σίκυος. παροιμία· σικυὸν τρώγουσα, γύναι, τὴν χλαῖναν ὕφαινε. Μάτρων ἐν παρῳδίαις· καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν, κείμενον ἐν λαχάνοις· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας. καὶ Λάχης· ὡς δ’ ὅτ’ ἀέξηται σικυὸς δροσερῷ ἐνὶ χώρῳ. Ἀττικοὶ μὲν οὖν ἀεὶ τρισυλλάβως, Ἀλκαῖος δὲ δάκῃ, φησί, τῶν σικύων ἀπὸ εὐθείας τῆς σίκυς, ὡς στάχυς στάχυος. γ στελεόν, ῥαφανίδας , σικυοὺς τέτταρας. σικύδιον δ’ ὑποκοριστικῶς εἴρηκε Φρύνιχος ἐν Μονοτρόπῳ· κἀντραγεῖν σικύδιον.