Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 2

85 ἐγκέφαλος φοίνικος φοίνικος. Θεόφραστος περὶ φοίνικος τοῦ φυτοῦ εἰπὼν ἐπιφέρει· ἡ μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις· ἡ δ’ ἀπ’ αὐτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος. καὶ Ξενοφῶν ἐν δευτέρῳ Ἀναβάσεως γράφει τάδε· ἐνταῦθα καὶ τὸν ἐγκέφαλον τοῦ φοίνικος πρῶτον ἔφαγον οἱ στρατιῶται· καὶ οἱ πολλοὶ ἐθαύμαζον τό τε εἶδος καὶ τὴν ἰδιότητα τῆς ἡδονῆς· ἦν δὲ σφόδρα καὶ τοῦτο κεφαλαλγές. ὁ δὲ φοῖνιξ, ὅταν ἐξαιρεθῇ ὁ ἐγκέφαλος, ὅλος ἐξαυαίνεται. Νίκανδρος Γεωργικοῖς· σὺν καὶ φοίνικος παραφυάδας ἐκκόπτοντες ἐγκέφαλον φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα. Δίφιλος δ’ ὁ Σίφνιος ἱστορεῖ· οἱ τῶν φοινίκων ἐγκέφαλοι πλήσμιοι καὶ πολύτροφοι, ἔτι δὲ βαρεῖς καὶ δυσοικονόμητοι διψώδεις τε καὶ στατικοὶ κοιλίας. ἡμεῖς δέ, φησὶν οὗτος, ἑταῖρε Τιμόκρατες, δόξομεν ἐγκέφαλον ἔχειν μέχρι τοῦ τέλους, εἰ καταπαύσομεν ἐνταῦθα καὶ τήνδε τὴν συναγωγήν.
86 — ᾽ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ, καὶ παραινέσας πέπαικεν, εἶτα μήτηρ δευτέρα, εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων, τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον ὁ δ’ ἐπινεύει πᾶσι τούτοις, φησὶ Μένανδρος, πάλιν τῆς σκιᾶς τὴν πορφύραν πρῶτον ἐνυφαίνουσ᾽, εἶτα μετὰ τὴν πορφύραν τοῦτ’ ἐστίν, οὔτε λευκὸν οὔτε πορφύρα, ἀλλ’ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη. Ἀντιφάνης· τί φής; ἐνθάδ’ οἴσεις τι καταφαγεῖν ἐπὶ τὴν θύραν; εἶθ’ ὥσπερ οἱ πτωχοὶ χαμαὶ ἐνθάδ’ ἔδομαι καί τις ὄψεται. ὁ αὐτός· εὐτρέπιζε δὴ ψυκτῆρα, λεκάνην, τριπόδιον, ποτήριον, χύτραν, θυίαν, κάκκαβον, ζωμήρυσιν.
← Önceki 77 / 77

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi