Kitap 2
46
φάσηλοι. Λακεδαιμόνιοι ἐν τοῖς δείπνοις τοῖς καλουμένοις κοπίσι διδόασι τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς· ἱστορεῖ Πολέμων. Ἐπίχαρμος· φασήλους φῶγε θᾶσσον, αἴ χ’ ὁ Διόνυσος φιλῇ. Δημήτριος· ἢ σῦκον ἢ φάσηλον ἢ τοιοῦτό τι.