Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 2

29 μετὰ ταῦτα ἀναστάντες κατεκλίνθημεν ὡς ἕκαστος ἤθελε, οὐ περιμείναντες ὀνομακλήτορα τὸν τῶν δείπνων ταξίαρχον. ὅτι καὶ τρίκλινοι οἶκοι καὶ τετράκλινοι καὶ ἑπτάκλινοι καὶ ἐννεάκλινοι καὶ κατὰ τοὺς ἑξῆς ἀριθμοὺς ἦσαν παρὰ τοῖς παλαιοῖς, Ἀντιφάνης · συναγαγὼν τρεῖς ὄντας εἰς τρίκλινον ὑμᾶς, Φρύνιχος· ἑπτάκλινος οἶκος ἦν καλός, εἶτ’ ἐννεάκλινος ἕτερος οἶκος. Εὔβουλος· θὲς ἑπτάκλινον. β. ἑπτάκλινος οὑτοσί. α. καὶ πέντε κλίνας Σικελικάς. β. λέγ’ ἄλλο τι. α, Σικελικὰ προσκεφάλαια πέντε. Ἄμφις· οὐχ ὑποστρώσεις ποτὲ τρίκλινον; Ἀναξανδρίδης· τρίκλινον δ’ εὐθέως συνήγετο καὶ συναυλίαι γερόντων.- ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος κρατῆρά τ’ αἴρου καὶ τὸν ἥδιστον κέρα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi