Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 2

20 τοιαῦτα ὥσπερ οἱ ῥήτορες πρὸς ὕδωρ εἰπὼν καὶ βραχὺ ἀναπαυσάμενος αὖθις ἔφη· Ἄμφις ὁ κωμικὸς πού φησιν ἐνῆν ἄρ᾽, ὡς ἔοικε, κἀν οἴνῳ λόγος· ἔνιοι δ’ ὕδωρ πίνοντὲς εἰσ’ ἀβέλτεροι. Ἀντιφάνης δέ· οἴνῳ τὸν οἶνον ἐξελαύνειν, σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα, κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην, αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ, στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην, πόνῳ πόνον, δίκην δίκῃ, γυναικὶ τὴν γυναῖκα. ὅτι καὶ ἐπὶ τοῦ ὕδατος ἔταττον οἱ παλαιοὶ τὸ ἄκρατον. σώφρων ὕδωρ ἄκρατον εἰς τὰν κύλικα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi