Kitap 2
10
διὸ Βακχυλίδης φησί· γλυκεῖ’ ἀνάγκα σευομένα κυλίκων θάλπησι θυμὸν Κύπριδος δ’ ἐλπὶς διαιθύσσει φρένας ἀμμιγνυμένα Διονυσίοισι δώροις. ἀνδράσι δ’ ὑψοτάτω πέμπει μερίμνας· αὐτίκα μὲν πόλεων κρήδεμνα λύει, πᾶσι δ’ ἀνθρώποις μοναρχήσειν δοκεῖ. χρυσῷ δ’ ἐλέφαντί τε μαρμαίρουσιν οἶκοι πυροφόροι δὲ κατ’ αἰγλήεντα πόντον νῆες ἄγουσιν ἀπ’ Αἰγύπτου μέγιστον πλοῦτον· ὣς πίνοντος ὁρμαίνει κέαρ, Σοφοκλῆς δέ φησι· τὸ μεθύειν πημονῆς λυτήριον. οἱ δ’ ἄλλοι ποιηταί φασι τὸν οἶνον ἐύφρονα καρπὸν ἀρούρης. καὶ ὁ τῶν ποιητῶν δὲ βασιλεὺς τὸν Ὀδυσσέα παράγει λέγοντα; ὃς δὲ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς πανημέριος πολεμίζῃ, θαρσαλέον νὺ οἱ ἦτορ, καὶ τὰ ἑξῆς.