Kitap 15
58
οἴμοι κακόδαιμον, φησίν, ὁ λυχνοῦχος ἡμῖν οἴχεται. εἶτ᾽ ἐπιφέρει· καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον οἴχεται κἄλαθέ σε; ἐν δὲ τοῖς ἑξῆς καὶ λυχνίδιον αὐτὸν καλεῖ διὰ τούτων· ἀλλ’ ὥσπερ ὁ λύχνος ὁμοιότατα κάθευδ’ ἐπὶ τοῦ λυχνιδίου. Πλάτων δ’ ἐν Νυκτὶ Μακρᾷ (ib. 624)· ἕξουσιν οἱ πομπεῖς λυχνούχους δηλαδή. Φερεκράτης Δουλοδιδασκάλῳ (ib. 156)· ἄνυσόν ποτ’ ἐξελθών, κρότος γὰρ γίγνεται, καὶ τὸν λυχνοῦχον ἔκφερ’ ἐνθεὶς τὸν λύχνον. Ἄλεξις δ’ Ἐκκηρυττομένῳ (II 332 K)· ὥστ’ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον μικροῦ κατακαύσας ἔλαθ’ ἑαυτόν, ὑπὸ μάλης τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών. Εὐμήδης δ’ ἐν Σφαττομένῳ (III 377 K) προειπών· ἡγοῦ μέν· ἢν δὲ . υ̣κνον εἰς τὸ πρόσθ’ ἰδὼν ......... ατο . ϋμένιδι ........ ς, ἐπιφέρει· .... λυχνούχῳ ... κο.......... Ἐπικράτης δ’ ἐν Τριόδοντι ἢ Ῥωποπώλῃ προειπών (II 285 K)· λαβὲ τριόδοντα καὶ λυχνοῦχον, ἐπιφέρει· ἐγὼ δὲ δεξιᾷ γε τόνδ’ ἔχω τινά, σιδηρότευκτον ἐναλίων θηρῶν βέλος, κερατίνου τε φωσφόρου λύχνου σέλας. Ἄλεξις Μίδωνι (ib. 351)· ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.