Kitap 15
59
ἐν δὲ Θεοφορήτῳ ὁ αὐτὸς Ἄλεξις· οἶμαὶ γ’ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς ἡμῖν ὅτι τηνικαῦτα μεθύων περιπατῶ, ποῖος γάρ ἐστιν φανός, ὦ πρὸς τῶν θεῶν, τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος; Ἀναξανδρίδης δὲ ἐν Ὕβρει· οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον; ἄλλοι δὲ ἔφασκον φανὸν λέγεσθαι τὴν λαμπάδα, οἱ δὲ τὴν ἔκ τινων ξύλων τετμημένων δέσμην. Μένανδρος ᾽ Ἀνεψιοῖς ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί· δεῖ τ’ οὐχὶ σείειν, ἀλλ’ ἀποσείειν αὐτόθεν Νικόστρατος ἐν Πατριώταις· ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων ἄν τ’ οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι ἂν τ’ ὄξος, ἀπέπεμψ’ ὁ κατάρατος δοὺς ὕδωρ. Φιλιππίδης Συμπλεούσαις· ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν. β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;