Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

43 τὸ δὲ χρίσασθαι τῷ τοιούτῳ ἀλείμματι μυρίσασθαι εἴρηκεν Ἀλκαῖος ἐν Παλαίστραις διὰ τούτων (I 761 K)· μυρίσασά μ᾽ ἐγκατέκλεισεν ἀνθ’ αὑτῆς λάθρᾳ. μυρώμασιν μέντοι, οὐ μυρίσμασιν ἔλεγεν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις (1117)· ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν. (τῆς δὲ λεγομένης σάγδασ — μύρον δ’ ἐστὶ καὶ τοῦτο — Ἐπίλυκος ἐν Κωραλίσκῳ (I 803 K)· βάκκαρίς τε καὶ σάγδας ὁμοῦ. καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν καὶ ἐν Μαρικᾷ Εὔπολις ‘σάγδαν ἐρυγγάνοντα’ λέγων (v. supra p. 690 e). ὅπερ ὁ Θυατειρηνὸς Νίκανδρος ἐπὶ τοῦ ἄγαν χλιδῶντος εἰρῆσθαι ἀκούει, Θεόδωρος δὲ θυμίαμά τί φησιν αὐτὸ εἶναι.ʼ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi