Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

4 ἐκάλουν δὲ καὶ κατακτούς τινας κοττάβους. ἐστὶν δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα. Εὔβουλος Βελλεροφόντῃ· τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μοι; ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι. Ἀντιφάνης δ’ ἐν Ἀφροδίτης Γοναῖς· τονδὶ λέγω, σὺ δ’ οὐ συνιεῖς; κότταβος τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν ᾠὰ μὲν πέντε νικητήριον. β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖ δὲ τίνα τρόπον; α. ἐγὼ διδάξω καθ’ ἕν ὃς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν β. πλάστιγγα ποίαν; τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; α. τοῦτ’ ἐστὶ πλάστιγξ οὗτος ὁ κρατῶν γίγνεται. β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; α. ἐὰν τύχῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης; καὶ μετ’ ὀλίγα · ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ. α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολὺν ἔπειτ’ ἀφήσεις. β. τίνα τρόπον; α. δεῦρο βλέπε· τοιουτονί. β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα. α. οὕτω ποιήσεις. β. ἀλλ’ ἐγὼ μὲν σφενδόνῃ οὐκ ἂν ἐφικοίμην αὐτόσ᾽. α. ἀλλὰ μάνθανε. ᾽ἀγκυλοῦντα

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi