Kitap 15
30
ἀνθῶν δὲ στεφανωτικῶν μέμνηται ὁ μὲν τὰ Κύπρια Ἔπη πεποιηκὼς Ἡγησίας ἢ Στασῖνος· Δημοδάμας γὰρ ὁ Ἁλικαρνασσεὺς ἢ Μιλήσιος ἐν τῷ περὶ Ἁλικαρνασσοῦ Κυπρία Ἁλικαρνασσέως αὐτὰ εἶναί φησι ποιήματα, λέγει δ’ οὖν ὅστις ἐστὶν ὁ ποιήσας αὐτὰ ἐν τῷ αʹ οὑτωσί εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν, οἷα φοροῦσ᾽ ὧραι, ἔν τε κρόκῳ ἔν θ’ ὑακίνθῳ ἔν τε ἴῳ θαλέθοντι ῥόδου τ’ ἐνὶ ἄνθει καλῷ, ἡδέι νεκταρέῳ, ἒν τ’ ἀμβροσίαις καλύκεσσιν ναρκίσσου καὶ λειρίου δἶ Ἀφροδίτη ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο. οὗτος ὁ ποιητὴς καὶ τὴν τῶν στεφάνων χρῆσιν εἰδὼς φαίνεται δι’ ὧν λέγει· ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομμειδὴς Ἀφροδίτη . . , πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι, νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη, καλὸν ἀείδουσαι κατ’ ὄρος πολυπιδάκου Ἴδης.