Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

28 τῆς δ’ ἑρπύλλου , φησὶ Θεόφραστος, τὴν ἄγριον κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσιν ἐν Σικυῶνι καὶ Ἀθήνησιν ἐκ τοῦ Ὑμηττοῦ. παρ’ ἄλλοις δὲ ὅλα ὄρη πλήρη ἐστὶ τοῦ ἄνθους, καθάπερ ἐν Θρᾴκῃ. Φιλῖνος δέ φησιν αὐτὴν ζυγίδα καλεῖσθαι.
28 περὶ δὲ τῆς λυχνίδος , λέγων Ἀμερίας ὁ Μακεδὼν ἐν τῷ Ῥιζοτομικῷ φησιν ἀναφῦναι αὐτὴν ἐκ τῶν Ἀφροδίτης λουτρῶν ὅτε Ἡφαίστῳ συγκοιμηθεῖσα ἡ Ἀφροδίτη λούοιτο. εἶναι δ’ ἀρίστην ἐν Κύπρῳ καὶ Λήμνῳ, ἔτι δὲ Στρογγύλῃ καὶ Ἔρυκι καὶ Κυθήροις.
28 ἡ δ’ ἶρις , φησὶ Θεόφραστος, ἀνθεῖ τοῦ θέρους μόνη τε τῶν Εὐρωπαίων ἀνθέων εὔοσμος ἐστίν. ἀρίστη δ’ ἐστὶν ἐν Ἰλλυριοῖς τοῖς ἀνῳκισμένοις τῆς θαλάσσης. Φιλῖνος δέ φησι τὰ ἄνθη τῆς ἴριδος λέγεσθαι λύκους διὰ τὸ ἐμφερῆ εἶναι λύκου χείλεσι. Νικόλαος δ’ ὁ Δαμασκηνὸς ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν πρὸς ταῖς ἑκατὸν περὶ τὰς Ἄλπεις λίμνην τινά φησιν εἶναι πολλῶν σταδίων οὖσαν, ἧς περὶ τὸν κύκλον πεφυκέναι δι’ ἔτους ἄνθη ἥδιστα καὶ εὐχρούστατα, ὅμοια ταῖς καλουμέναις κάλχαις. τῶν δὲ καλχῶν μέμνηται καὶ Ἀλκμὰν ἐν τούτοις· χρύσιον ὅρμον ἔχων ῥαδινᾶν πετάλοισι καλχᾶν. μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi