Kitap 15
26
συνθηματιαῖοι στέφανοι, ἠργολαβημένοι καὶ ἐκδόσιμοι. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν. χορωνόν. Ἀπίων ἐν τῷ περὶ τῆς Ῥωμαικῆς Διαλέκτου φησὶν τὸν στέφανον πάλαι χορωνὸν καλούμενον ἀπὸ τοῦ τοὺς χορευτὰς ἐν τοῖς θεάτροις αὐτῷ χρῆσθαι, αὐτούς τε περικειμένους καὶ ἐπὶ τὸν στέφανον ἀγωνιζομένους, καθὼς ἐν τοῖς Σιμωνίδου Ἐπιγράμμασιν ἰδεῖν ἔστιν οὕτως καλούμενον· Φοῖβον, ὃς ἁγεῖται τοῖς Τυνδαρίδῃσιν ἀοιδᾶν ἁμέτεροι τέττιγες ἐπεστέψαντο χορωνῷ.
26
ἀκίνινοι. στέφανοί τινες καλοῦνται οὕτως οἱ τῆς ἀκίνου τοῦ φυτοῦ πλεκόμενοι, ὥς φησιν Ἄνδρων ὁ ἱατρός. παρέθετο δ’ αὐτοῦ τὴν λέξιν Παρθένιος ὁ τοῦ Διονυσίου ἐν τῷ πρώτῳ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων.