Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

22 ΜΕΛΙΛΩΤΙΝΩΝ δὲ στεφάνων μνημονεύει Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ οὕτως (II 337 K)· στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους. ΕΠΙΘΥΜΙΣ. Σέλευκός φησι ‘τὰ πάντα στεφανώματα.’ Τιμαχίδας δέ φησιν τὰ παντοδαπὰ στεφανώματα ἃ τὰς γυναῖκας φορεῖν οὕτως καλεῖσθαι. ΥΠΟΘΥΜΙΣ δὲ καὶ ὑποθυμίδες στέφανοι παρ’ Αἰολεῦσιν καὶ Ἴωσιν, οὓς περὶ τοὺς τραχήλους περιετίθεντο, ὡς σαφῶς ἔστιν μαθεῖν ἐκ τῆς Ἀλκαίου καὶ Ἀνακρέοντος ποιήσεως (cf. cap. 16). Φιλητᾶς δ᾽ ἐν τοῖς Ἀτάκτοις (fr. 58 B) ὑποθυμίδα Λεσβίους φησὶν καλεῖν μυρσίνης κλῶνα, περὶ ὃν πλέκειν ἴα καὶ ἄλλα ἄνθη. καὶ ὑπογλωττὶς δὲ στεφάνου ἐστὶν εἶδος. Θεόδωρος δ᾽ ἐν Ἀττικαῖς Γλώσσαις στεφάνων πλοκῆς γένος παρὰ Πλάτωνι ἐν Διὶ Κακουμένῳ (cf. p. 667a).

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi