Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

22 ἀλλὰ μὴν καὶ ΙΑΚΧΑΝ τινὰ καλούμενον οἶδα στέφανον ὑπὸ Σικυωνίων, ὥς φησι Τιμαχίδας ἐν ταῖς Γλώσσαις. Φιλητᾶς δ᾽ οὕτως γράφει (fr. 45 B)· ‘Ἰάκχα, ἐν τῇ Σικυωνίᾳ στεφάνωμα εὐῶδες· ἕστηκ’ ἀμφὶ κόμας εὐώδεας ἀγχόθι πατρὸς καλὸν Ἰακχαῖον θηκαμένη στέφανον.’ Σέλευκος δ’ ἐν ταῖς Γλώσσαις ΕΛΛΩΤΙΔΑ καλεῖσθαί φησι τὸν ἐκ μυρρίνης πλεκόμενον στέφανον, ὄντα τὴν περίμετρον πηχῶν κʹ, πομπεύειν τε ἐν τῇ τῶν Ἑλλωτίων ἑορτῇ. φασὶ δ’ ἐν αὐτῷ τὰ τῆς Εὐρώπης ὀστᾶ κομίζεσθαι, ἣν ἐκάλουν Ἑλλωτίδα. ἄγεσθαι δὲ καὶ ἐν Κορίνθῳ τὰ Ἑλλώτια.
22 ΘΥΡΕΑΤΙΚΟΙ. οὕτω καλοῦνταί τινες στέφανοι παρὰ Λακεδαιμονίοις, ὥς φησι Σωσίβιος ἐν τοῖς περὶ Θυσιῶν (FHG II 626), ψιλίνους αὐτοὺς φάσκων νῦν ὀνομάζεσθαι, ὄντας ἐκ φοινίκων. φέρειν δ’ αὐτοὺς ὑπόμνημα τῆς ἐν Θυρέᾳ γενομένης νίκης τοὺς προστάτας τῶν ἀγομένων χορῶν ἐν τῇ ἑορτῇ ταύτῃ, ὅτε καὶ τὰς Γυμνοπαιδιὰς ἐπιτελοῦσιν. χοροὶ δ’ εἰσὶν τὸ μὲν πρόσω παίδων ..... τὸ δ᾽ ἐξ ἀρίστου ἀνδρῶν, γυμνῶν ὀρχουμένων καὶ ᾀδόντων Θαλητᾶ καὶ Ἀλκμᾶνος ᾄσματα καὶ τοὺς Διονυσοδότου τοῦ Λάκωνος παιᾶνας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi