Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

20 ΙΣΘΜΙΑΚΟΝ. οὕτως τοῦτον καλούμενον στέφανον Ἀριστοφάνης μνήμης ἠξίωσεν ἐν Ταγηνισταῖς λέγων οὕτως (I 518 K)· τί οὖν ποιῶμεν; χλανίδ’ ἐχρῆν λευκὴν λαβεῖν· εἶτ’ ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον. Σιληνὸς δ’ ἐν ταῖς Γλώσσαις φησίν· ‘Ἴσθμιον στέφανον.’ Φιλητᾶς δέ φησι (fr. 46 B)· ‘Ἴσθμιος στέφανος ἤγουν ὁμωνυμία ἀμφοτέρωθι οἷον τῆς κεφαλῆς καὶ τοῦ πρώτου κόσμου. λέγω δὲ τὸ ἐπὶ τοῦ φρέατος καὶ τοῦ ἐγχειριδίου ἴσθμιον.’ Τιμαχίδας δὲ καὶ Σιμμίας οἱ Ῥόδιοι ἀποδιδόασιν ἓν ἀνθ’ ἑνὸς ‘Ἴσθμιον, στέφανον.’ οὗ μνημονεύει καὶ Καλλίξεινος ὁ Ῥόδιος καὶ αὐτὸς γένος ἐν τοῖς περὶ Ἀλεξανδρείας γράφων οὕτως (FHG III 64) ....

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi