Kitap 14
74
σιτευτῶν δὲ ὀρνίθων μὲν μνημονεύει Μάτρων ἐν ταῖς Παρῳδίαις οὕτως· ὣς ἔφαθ’· οἱ δ’ ἐγέλασσαν, ἐπήνεικάν τ’ ἐπὶ τούτῳ σιτευτὰς ὄρνιθας ἐπ’ ἀργυρέοισι πίναξιν, ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας. δελφάκων δὲ σιτευτῶν ὁ φλυακογράφος Σώπατρος ἐν Βακχίδος Γάμῳ οὕτως· εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν. δελφάκια δὲ Αἰσχίνης εἴρηκεν ἐν Ἀλκιβιάδῃ οὕτως· ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν. Ἀντισθένης δ’ ἐν Φυσιογνωμονικῷ· καὶ γὰρ ἐκεῖναι τὰ δελφάκια πρὸς βίαν χορτάζουσιν. καὶ ἐν Προτρεπτικῷ δέ· ἀντὶ δελφακίων τρέφεσθαι. δέλφακα δὲ ἀρσενικῶς εἴρηκεν Πλάτων ἐν Ποιητῇ· δέλφακα δ’ ὡραιότατον. Σοφοκλῆς Ὕβρει· ἐσθίειν ἐθέλων τὸν δέλφακα. Κρατῖνος Ὀδυσσεῦσιν δέλφακας μεγάλους, θηλυκῶς δὲ Νικοχάρης ἔφη· κύουσαν δέλφακα. καὶ Εὔπολις Χρυσῷ Γένει· οὐκ, ἀλλ’ ἔθυον δέλφακ’ ἔνδον θἠστίᾳ καὶ μάλα καλήν. καὶ Πλάτων Ἰοῖ· πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος. Θεόπομπος Πηνελόπῃ· καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δελφάκα.