Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 14

56 ΕΧΙΝΟΣ. Λυγκεὺς ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐκ παραλλήλου τιθεὶς τὰ κατὰ τὴν Ἀττικὴν ἐξαιρέτως γινόμενα τοῖς ἐν τῇ Ῥόδῳ γράφει οὕτως· ‘τῇ δὲ περὶ τὸν ἄμητα δόξῃ τὸν καινὸν ἀνταγωνιστὴν ἐπὶ τῆς δευτέρας εἰσάγουσι τραπέζης ἐχῖνον. ὑπὲρ οὗ νῦν μὲν ἐπὶ κεφαλαίου· παραγενομένου δὲ σοῦ καὶ συντεθέντος κατὰ τοὺς ἐν Ῥόδῳ νόμους ἀπομασησαμένου πειράσομαι πλείω περιθεῖναι λόγον.’
56 ΚΟΤΥΛΙΣΚΟΙ. Ἡρακλέων ὁ Ἐφέσιος πλακοῦντάς τινάς φησιν οὕτω καλεῖσθαι τοὺς ἐκ τρίτου μέρους τῆς χοίνικος γινομένους.
56 ΧΟΙΡΙΝΑΙ. τούτων μνημονεύει Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων καὶ τοῦ ΠΥΡΑΜΟΥΝΤΟΣ καλουμένου, οὐ διαφέρειν λέγων τῆς πυραμίδος καλουμένης. γίνεσθαι γὰρ ταύτην ἐκ πυρῶν πεφωσμένων καὶ μέλιτι δεδευμένων. αὗται δὲ ἆθλα τίθενται ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi