Kitap 14
39
` Ἦν γὰρ δή τινα καὶ χωρὶς τῶν ἐμφυσωμένων καὶ χορδαῖς διειλημμένων ἕτερα ψόφου μόνον παρασκευαστικά, καθάπερ τὰ κρέμβαλα. περὶ ὧν φησι Δικαίαρχος ἐν τοῖς περὶ τοῦ τῆς Ἑλλάδος Βίου, ἐπιχωριάσαι φάσκων ποτὲ καθ’ ὑπερβολὴν εἰς τὸ προσορχεῖσθαί τε καὶ προσᾴδειν ταῖς γυναιξὶν ὄργανά τινα ποιά, ὧν ὅτε τις ἅπτοιτο τοῖς δακτύλοις ποιεῖν λιγυρὸν ψόφον δηλοῦσθαι δὲ ἐν τῷ τῆς Ἀρτέμιδος ᾄσματι, οὗ ἐστιν ἀρχή· Ἄρτεμι, σοί μέ τι φρὴν ἐφίμερον ὕμνον ὑφαινέμεναι θεόθεν †αδετις· ἀλλὰ χρυσοφάεννα κρέμβαλα χαλκοπάραα χερσίν. Ἕρμιππος δ’ ἐν Θεοῖς τὸ τούτοις κρούειν κρεμβαλιάζουσι εἴρηκεν ἐν τούτοις ι λεπάδας δὲ πετρῶν ἀποκόπτοντες κρεμβαλιάζουσι. Δίδυμος δέ φησιν εἰωθέναι τινὰς ἀντὶ τῆς λύρας κογχύλια καὶ ὄστρακα συγκρούοντας ἔρρυθμον ἦχόν τινα ἀποτελεῖν τοῖς ὀρχουμένοις, καθάπερ καὶ Ἀριστοφάνην ἐν Βατράχοις φάναι.