Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

57 καὶ ὁ Οὐλπιανός, ὥσπερ ἕρμαιόν τι, ἔτι λαλοῦντος τοῦ Μυρτίλου ἔφη, εἰ ἔχομεν ἀρρενικῶς εἰρημένον τὸν τίγριν. ‘Φιλήμονα γὰρ οἶδα τοῦτ’ εἰρηκότα ἐν Νεαίρᾳ (II 490 K)· ὥσπερ Σέλευκος δεῦρ’ ἔπεμψε τὴν τίγριν, ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει τι ἡμᾶς παρ’ ἡμῶν ἀντιπέμψαι θηρίον τρυγέρανον· οὐ γὰρ γίγνεται τοῦτ’ αὐτόθι.’ πρὸς ὃν ὁ Μυρτίλος ἔφη· ‘ἐπείπερ ἡμῖν ἐμποδὼν ἐγένου κατάλογον γυναικῶν ποιουμένοις, οὐ κατὰ τοὺς Σωσικράτους τοῦ Φαναγορείτου Ἠοίους ἢ τὸν τῶν γυναικῶν κατάλογον Νικαινέτου τοῦ Σαμίου ἢ Ἀβδηρίτου, μικρὸν ἐπισχὼν ἐπὶ τὴν παρὰ σοῦ τρέψομαι πεῦσιν, ‘Φοῖνιξ ἄττα γεραιέ (Il. 9.607).’ μάθε οὖν ὅτι ἀρσενικῶς εἴρηκε τὸν τίγριν Ἄλεξις ἐν Πυραύνῳ οὕτως (II 372 K)· ἄνοιγ᾽, ἄνοιγε τὴν θύραν· ἐλάνθανον πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος, ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις. ἔχων δὲ καὶ ἄλλα μαρτύρια ἀνατίθεμαι τὰ νῦν, ἕως ἂν ἀπομνημονεύσω τὸν περὶ τῶν καλῶν γυναικῶν κατάλογον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi