Kitap 13
43
καὶ ἄλλων δὲ ἑταιρῶν ἀπομνημονεύματα ὁ Μάχων συνήγαγεν, ὧν οὐκ ἄκαιρόν ἐστιν κατὰ τὸ ἑξῆς μνημονεῦσαι. Γναθαίνης μὲν οὕτως· [παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ ‘ψυχρόν γ᾽, ἔφη, τἀγγεῖον, ὦ Γνάθαιν᾽, ἔχεις.’ ‘τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε, εἰς αὐτό γ’ αἰεὶ δραμάτων ἐμβάλλομεν.’] πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε ἐπὶ δεῖπνον, ὡς λέγουσι, τοῖς Ἀφροδισίοις, τιμώμενος μάλιστα τῶν ἐρωμένων (ᾔδει δ’ ὑπ’ αὐτῆς ἐκτενῶς ἀγαπώμενος) παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα, μύρον, στεφάνους, τραγήματ᾽, ἔριφον, ταινίας, ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ’ αὐλητρίδα. καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου πέμψαντος αὐτῇ χιόνα σαπέρδην θ’ ἕνα, αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ φυλαττομένη τε πολὺ μάλιστα Δίφιλον, μὴ δῷ δίκην μετὰ ταῦτα κωμῳδουμένη, τὸ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν πρὸς τοὺς σπανίζειν ὁμολογουμένους ἁλῶν, τὴν χιόνα δ’ εἰς τὸν ἄκρατον ἐνσεῖσαι λάθρᾳ· τῷ παιδί τ’ ἐπέταξ’ ἐγχέανθ’ ὅσον δέκα κυάθους προσενεγκεῖν Διφίλῳ ποτήριον. ὑπερηδέως δὲ τὴν κύλικ᾽ ἐκπιὼν ἄφνω καὶ τὸ παράδοξον καταπλαγεὶς ὁ Δίφιλος ‘νὴ τὴν Ἀθηνᾶν καὶ θεούς, ψυχρόν γ᾽, ἔφη, Γνάθαιν᾽, ἔχεις τὸν λάκκον ὁμολογουμένως.’ ἣ δ’ εἶπε ‘τῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν.’