Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

42 ὅτι δ’ ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε περὶ αὐτῆς ὁ Μάχων ἀναγράφει· τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ ὁ παγκρατιαστὴς καὶ συνεῖχ’ αὐτὴν μόνος γαμετῆς τρόπον γυναικός. ὑπὸ δ’ Ἀντήνορος μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον σφόδρ᾽ ἠγανάκτησ᾽. ἣ δὲ ‘μηθέν, φησί, σοί, ψυχή, μελέτω· μαθεῖν γὰρ αἰσθέσθαι θ’ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν παρὰ πληγὴν τί δύναταί ποτ’ ἤθελον.’
42 αἰτουμένην λέγουσι τὴν πυγήν ποτε ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα. δόντος δ᾽ ἐπιστρέψασα μετὰ μικρὸν λέγει ‘Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν᾽ ἔξεστί σοι (Soph. El. 2).’

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi