Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

39 Μάχων δ’ ὁ κωμῳδιοποιὸς ἐν ταῖς ἐπιγραφομέναις Χρείαις φησὶν οὕτως· ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν τὸν βασιλέ’ εὐμελῶς κελητίσαι ποτὲ ἐπαινεθῆναί θ᾽. ἣ δὲ τοῦτ’ ἀπεκρίθη· ‘πρὸς ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει (Eur. M. 1355).’ ἦν δὲ ἡ Λάμια σφόδρα εὔθικτος καὶ ἀστικὴ πρὸς τὰς ἀποκρίσεις, καθάπερ καὶ Γνάθαινα, περὶ ἧς ἐροῦμεν. πάλιν δὲ περὶ τῆς Λαμίας ὁ Μάχων οὕτω γράφει· Δημήτριός ποθ’ ὁ βασιλεὺς γένη μύρων Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο. ἡ Λάμια δ’ ἦν αὐλητρίς, ἧς σφόδρ’ ἡδέως σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον. ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ κατεγχλιδώσης τῷ βασιλεῖ, νάρδον τινὰ διένευσ’ ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε ταἰδοῖον ἀποτρίψας καὶ θιγὼν τοῖς δακτύλοις ‘τουτί γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει.’ κείνη δὲ γελάσασ’ ‘ἀλλὰ τοῦτ᾽, ἔφη, τάλαν, ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ.’ Δημήτριος δ’ εἶπ᾽· ‘ἀλλὰ μήν, νὴ τοὺς θεούς, ἀπὸ βαλάνου τοῦτ’ ἐστί, Λάμια, βασιλικῆς.’

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi