Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

30 ὁ δὲ ὑμέτερος φιλοσοφομειρακίσκος τοιοῦτος οἷον Ἄλεξις ἢ Ἀντιφάνης ἐν Ὕπνῳ παράγει (II 385 K)· διὰ ταῦθ’ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων ἑκάστοτ’ ἐπεδείπνει μεθ’ ἡμῶν· τοῦτο δ’ ἦν, ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν. καλῶς δὲ περὶ τῶν τοιούτων Ἔφιππος ἐν Σαπφοῖ φησιν (ib. 262)· ὅταν γὰρ ὢν νέος ἀλλότριον εἰσελθὼν ὄψον ἐσθίειν μάθῃ ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζ’ αὐτὸν σὺ τῆς νυκτὸς λόγον. τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμάρχου (75).

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi