Kitap 13
30
δὲ ὑμέτερος φιλοσοφομειρακίσκος τοιοῦτος οἷον Ἄλεξις ἢ Ἀντιφάνης ἐν Ὕπνῳ παράγει· διὰ ταῦθ’ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων ἑκάστοτ’ ἐπεδείπνει μεθ’ ἡμῶν τοῦτο δ’ ἦν ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν. καλῶς δὲ περὶ τῶν τοιούτων Ἔφιππος ἐν Σαπφοῖ φησιν ὅταν γὰρ ὢν νέος ἀλλότριον εἰσελθὼν τις οἶκον διαλάθῃ ἀσύμβολὸν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζ’ αὐτὸν σὺ τῆς νυκτὸς λόγον. τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμάρχου.