Kitap 12
50
Νύμφις δ’ ὁ Ἡρακλεώτης ἐν ἕκτῳ τῶν περὶ τῆς πατρίδος (FHG III 15) ‘ΠΑΥΣΑΝΙΑΣ, φησίν, ὁ περὶ Πλαταιὰς νικήσας Μαρδόνιον, τὰ τῆς Σπάρτης ἐξελθὼν νόμιμα καὶ εἰς ὑπερηφανίαν ἐπιδοὺς περὶ Βυζάντιον διατρίβων τὸν χαλκοῦν κρατῆρα τὸν ἀνακείμενον τοῖς θεοῖς τοῖς ἐπὶ τοῦ στόματος ἱδρυμένοις, ὃν ἔτι καὶ νῦν εἶναι συμβαίνει, ἐτόλμησεν ἐπιγράψαι ὡς αὐτὸς ἀναθείη, ὑποθεὶς τόδε τὸ ἐπίγραμμα, διὰ τὴν τρυφὴν καὶ ὑπερηφανίαν ἐπιλαθόμενος αὑτοῦ· μνᾶμ’ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου, πόντου ἐπ’ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς Κλεομβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.’