Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 12

49 μετὰ δὲ τὴν φυγὴν κυρίους Ἀθηναίους ποιήσας τοῦ Ἑλλησπόντου καὶ πλείους τῶν πεντακισχιλίων Πελοποννησίους λαβὼν ἀνέπεμψεν εἰς τὰς Ἀθήνας. κατιών τε μετὰ ταῦτα εἰς τὴν πατρίδα ἐστεφάνωσε τὰς Ἀττικὰς τριήρεις θαλλῷ καὶ μίτραις καὶ ταινίαις, καὶ ἀναψάμενος τὰς αἰχμαλώτους ναῦς ἠκρωτηριασμένας εἰς διακοσίας ἱππαγωγούς τε ἄγων σκύλων καὶ ὅπλων Λακωνικῶν καὶ Πελοποννησιακῶν μεστὰς εἰσέπλει. ἡ δὲ τριήρης ἐφ’ ἧς αὐτὸς κατέπλει μέχρι μὲν τῶν κλείθρων τοῦ Πειραιέως προέτρεχεν ἁλουργοῖς ἱστίοις· ὡς δ’ ἐντὸς ἦν καὶ τὰς κώπας ἔλαβον οἱ ἐρέται, Χρυσόγονος μὲν ηὔλει τὸ τριηρικὸν ἐνδεδυκὼς τὴν Πυθικὴν στολήν, Καλλιππίδης δ’ ὁ τραγῳδὸς ἐκέλευε τὴν ἀπὸ τῆς σκηνῆς στολὴν ἠμφιεσμένος. διὸ καὶ χαριέντως εἶπέν τις· ‘οὔτ’ ἂν δύο Λυσάνδρους ὑπήνεγκεν ἡ Σπάρτη οὔτ’ ἂν δύ’ Ἀλκιβιάδας Ἀθῆναι.’ ἐμιμεῖτο δὲ Ἀλκιβιάδης τὸν Παυσανίου μηδισμὸν καὶ καθομιλῶν Φαρνάβαζον τὴν Περσικὴν ἐνεδύετο στολὴν καὶ τὴν Περσικὴν ἔμαθε φωνήν, καθάπερ καὶ Θεμιστοκλῆς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi