Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 12

2 ἡ γὰρ ἀπόλαυσις δήπου μετ’ ἐπιθυμίας πρῶτον, ἔπειτα μεθ᾽ ἡδονῆς. καίτοι Σοφοκλῆς γ’ ὁ ποιητής, τῶν ἀπολαυστικῶν γε εἷς ὤν, ἵνα μὴ κατηγορῇ τοῦ γήρως, εἰς σωφροσύνην ἔθετο τὴν ἀσθένειαν αὐτοῦ τὴν περὶ τὰς τῶν ἀφροδισίων ἀπολαύσεις, φήσας ἀσμένως ἀπηλλάχθαι αὐτῶν ὥσπερ τινὸς δεσπότου (Plat. rep. I p. 329 c). ἐγὼ δέ φημι καὶ τὴν τοῦ Πάριδος κρίσιν ὑπὸ τῶν παλαιοτέρων πεποιῆσθαι ἡδονῆς πρὸς ἀρετὴν οὖσαν σύγκρισιν· προκριθείσης γοῦν τῆς Ἀφροδίτης, αὕτη δ’ ἐστὶν ἡ ἡδονή, πάντα συνεταράχθη. καί μοι δοκεῖ καὶ ὁ καλὸς ἡμῶν Ξενοφῶν τὸν περὶ τὸν Ἡρακλέα καὶ τὴν Ἀρετὴν μῦθον ἐντεῦθεν πεπλακέναι (mem. 2, 1). κατὰ γὰρ τὸν Ἐμπεδοκλέα (v. 405 St)· οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν, ἀλλὰ Κύπρις βασίλεια. τὴν οἵ γ’ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόδμοις σμύρνης τ’ ἀκρήτου θυσίαις λιβάνου τε θυώδους, ξανθῶν τε σπονδὰς μελίτων ῥίπτοντες ἐς οὖδας. καὶ Μένανδρος δ’ ἐν Κιθαριστῇ περί τινος μουσικευομένου λέγων φησί (fr. 285 K)· φιλόμουσον εἶν’ αὐτὸν πάνυ ἀκούσματ’ εἰς τρυφήν τε παιδεύεσθ’ αἰεί.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi