Kitap 11
110
ΩΙΔΟΣ. οὕτως ἐκαλεῖτο τὸ ποτήριον, φησὶ Τρύφων ἐν τοῖς Ὀνοματικοῖς (fr. 115 V), τὸ ἐπὶ τῷ σκολίῳ διδόμενον, ὡς Ἀντιφάνης παρίστησιν ἐν Διπλασίοις (II 45 K)· τί οὖν ἐνέσται τοῖς θεοῖσιν; Β. οὐδὲ ἕν, ἂν μὴ κεράσῃ τις. Α. ἴσχε, τὸν ᾠδὸν λάμβανε. ἔπειτα μηδὲν τῶν ἀπηρχαιωμένων τούτων περάνῃς, τὸν Τελαμῶνα μηδὲ τὸν Παιῶνα μηδ’ Ἁρμόδιον. ΩΙΟΣΚΥΦΙΑ. περὶ τῆς ἰδέας τῶν ποτηρίων Ἀσκληπιάδης ὁ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος φησὶν (cf. p. 438f) ὅτι δύο πυθμένας ἔχει, ἕνα μὲν τὸν κατὰ τὸ κύτος αὐτῷ συγκεχαλκευμένον, ἕτερον δὲ τὸν πρόσθετον ἀπ’ ὀξέος ἀρχόμενον, καταλήγοντα δὲ εἰς πλατύτερον, ἐφ’ οὗ ἵσταται τὸ ποτήριον.
110
ΩΙΟΝ. Δίνων ἐν γʹ Περσικῶν φησιν οὕτως (FHG II 92)· ‘ἐστὶ δὲ ποτίβαζις ἄρτος κρίθινος καὶ πύρινος ὀπτὸς καὶ κυπαρίσσου στέφανος καὶ οἶνος κεκραμένος ἐν ᾠῷ χρυσῷ, οὗ αὐτὸς βασιλεὺς πίνει.’