Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

107 ΧΥΤΡΙΔΕΣ. Ἄλεξις ἐν Ὑποβολιμαίῳ (II 386 K)· ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα χυτρίδι’ ἀκράτου τῆς τ’ ἀδελφῆς προσλαβὼν τῆς τοῦ βασιλέως ταὔτ᾽, ἀπνευστί τ’ ἐκπιὼν ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον, καὶ τῆς Ὁμονοίας δύο, τί νῦν μὴ κωμάσω ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς; Ἡρόδοτος δ’ ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν (c. 88) νόμον φησὶ θέσθαι Ἀργείους καὶ Αἰγινήτας Ἀττικὸν μηδὲν προσφέρειν πρὸς τὰς θυσίας μηδὲ κέραμον, ἀλλ᾽ ἐκ χυτρίδων ἐπιχωρίων τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν. καὶ Μελέαγρος δ’ ὁ κυνικὸς ἐν τῷ Συμποσίῳ οὑτωσὶ γράφει· ‘κἀν τοσούτῳ πρόποσιν αὐτῷ βαρεῖαν διέδωκε, χυτρίδια βαθέα δώδεκα.’

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi