Kitap 11
94
προχύτης εἶδος ἐκπώματος, ὡς Σιμάριστος ἐν τετάρτῳ Συνωνύμων. Ἴων δ’ ὁ Χῖος ἐν Ἐλεγείοις· ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις. Φιλίτας δ’ ἐν Ἀτάκτοις ἀγγεῖον ξύλινον, ἀφ’ οὗ τοὺς ἀγροίκους πίνειν. μνημονεύει αὐτοῦ καὶ Ἀλέξανδρος ἐνι Ἀντιγόνῃ Ξενοφῶν δ’ ἐν ὀγδόῳ Παιδείας προχοίδας τινὰς λέγει, γράφων ὧδε ὁ δὲ λόγος ἐστὶν αὐτῷ περὶ Περσῶν· ἦν δὲ αὐτοῖς νόμιμον μὴ προχοίδας εἰσφέρεσθαι εἰς τὰ συμπόσια, δῆλον ὅτι νομίζοντες τὸ μὴ ὑπερπίνειν ἧττον ἂν καὶ σώματα καὶ γνώμας σφάλλειν νῦν δὲ τὸ μὲν μὴ εἰσφέρεσθαι ἔτι αὖ καταμένει· τοσοῦτον δὲ πίνουσιν ὥστε ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται, ἐπειδὰν μηκέτι δύνωνται ὀρθούμενοι ἐξιέναι. Προυσίας . ὅτι τὸ ποτήριον τοῦτο ἔξορθόν ἐστι προείρηται. καὶ ὅτι τὴν προσηγορίαν ἔσχεν ἀπὸ Προυσίου τοῦ Βιθυνίας βασιλεύσαντος καὶ ἐπὶ τρυφῇ καὶ μαλακίᾳ διαβοήτου γενομένου ἱστορεῖ Νίκανδρος ὁ Καλχηδόνιος ἐν τετάρτῳ Προυσίου Συμπτωμάτων.
95
ῥέοντα , οὕτως ποτήριά τινα ἐκαλεῖτο. μνημονεύει δ’ αὐτῶν Ἀστυδάμας ἐν Ἑρμῇ λέγων οὕτως· κρατῆρε μὲν πρώτιστον ἀργυρὼ δύο, φιάλας δὲ πεντήκοντα, δέκα δὲ κυμβία, ῥέοντα δώδεχ᾽, ὧν τὰ μὲν δέκ’ ἀργυρᾶ ἦν, δύο δὲ χρυσᾶ, γρύψ, τὸ δ’ ἕτερον Πήγασος. ῥύσις. φιάλη χρυσῆ, Θεόδωρος. Κρατῖνος ἐν Νόμοις· ῥυσίδι σπένδων.
96
Ῥοδιάς . Δίφιλος Αἱρησιτείχει τὸ δὲ δρᾶμα τοῦτο Καλλίμαχος ἐπιγράφει Εὐνοῦχον· λέγει δὲ οὕτως ι πιεῖν δ’ ἔτι ἁδρότερον ἢ τῶν Ῥοδιάδων ἢ τῶν ῥυτῶν; μνημονεύει αὐτῶν καὶ Διώξιππος ἐν Φιλαργύρῳ καὶ Ἀριστοτέλης ἐν τῷ περὶ Μέθης Λυγκεύς τε ὁ Σάμιος ἐν ταῖς Ἐπιστολαῖς.