Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

91 ΠΕΛΛΑ ἀγγεῖον σκυφοειδές, πυθμένα ἔχον πλατύτερον, εἰς ὃ ἤμελγον τὸ γάλα. Ὅμηρος· Il. 16.641 ὡς ὅτε μυῖαι σταθμῷ ἐνιβρομέωσιν ἐυγλαγέας κατὰ πέλλας. τοῦτο δὲ Ἱππῶναξ λέγει πελλίδα (fr. 38 B4)· ἐκ πελλίδος πίνοντες· οὐ γὰρ ἦν αὐτῇ κύλιξ, ὁ παῖς γὰρ ἐμπεσὼν κατήραξε, δῆλον, οἶμαι, ποιῶν ὅτι ποτήριον μὲν οὐκ ἦν, δι’ ἀπορίαν δὲ κύλικος ἐχρῶντο τῇ πελλίδι. καὶ πάλιν (fr. 39)· ἐκ δὲ τῆς πέλλης ἔπινον, ἄλλοτ’ αὐτός, ἄλλοτ’ Ἀρήτη προὔπινεν. Φοῖνιξ δ’ ὁ Κολοφώνιος ἐν τοῖς Ἰάμβοις ἐπὶ φιάλης τίθησι τὴν λέξιν λέγων οὕτως (chol. p. 143)· Θαλῆς γάρ, ὅστις ἀστέρων ὀνήιστος ... καὶ τῶν τότ᾽, ὡς λέγουσι, πολλὸν ἀνθρώπων ἐὼν ἄριστος, ἔλαβε πελλίδα χρυσῆν. καὶ ἐν ἄλλῳ δὲ μέρει φησίν (ibid)· ἐκ πελλίδος δὲ τάργανον κατηγυίης χωλοῖσι δακτύλοισι τἠτέρῃ σπένδει, τρέμων οἷόνπερ ἐν βορηίῳ νωδός. Κλείταρχος δὲ ἐν ταῖς Γλώσσαις πελλητῆρα μὲν καλεῖν Θεσσαλοὺς καὶ Αἰολεῖς τὸν ἀμολγέα, πέλλαν δὲ τὸ ποτήριον. Φιλητᾶς δ’ ἐν Ἀτάκτοις (fr. 50 Bach) τὴν κύλικα Βοιωτούς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi