Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

45 ΚΑΔΟΣ. Σιμμίας ποτήριον, παρατιθέμενος Ἀνακρέοντος (fr. 17 B4)· ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον. Ἐπιγένης δ’ ἐν Μνηματίῳ φησίν (II 418 K)· κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ᾽. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί· λουτήρι᾽— ἀλλὰ τί καθ’ ἕκαστον δεῖ λέγειν; ὄψει γὰρ αὐτός. Β. βασιλέως υἱὸν λέγεις Καρῶν ἀφῖχθαι δηλαδὴ Πιξώδαρον. Ἡδύλος Ἐπιγράμμασι· πίνωμεν· καὶ γάρ τι νέον, καὶ γάρ τι παρ’ οἶνον εὕροιμ’ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος. ἀλλὰ κάδοις Χίου με κατάβρεχε καὶ λέγε ‘παῖζε, Ἡδύλε’. μισῶ ζῆν ἐς κενόν, οὐ μεθύων. καὶ ἐν ἄλλῳ· ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτὸς πάλι Σωκλῆς εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις, εἶτ’ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρ’ οἶνον Σικελίδου παίζει πουλὺ μελιχρότερον, ἐστὶ δὲ δή, πολὺ δὴ στιβαρώτερος. ὡς δ᾽ ἐπιλάμπει ἡ χάρις, ὥστε φίλει καὶ γράφε καὶ μέθυε. Κλείταρχος δ’ ἐν ταῖς Γλώσσαις τὸ κεράμιόν φησιν Ἴωνας κάδον καλεῖν. Ἡρόδοτος δ’ ἐν τῇ τρίτῃ (c. 20) ‘φοινικηίου, φησίν, οἴνου κάδον.’

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi