Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

44 Ἀπολλόδωρος δ’ ὁ Γελῷος ἐν Φιλαδέλφοις ἢ Ἀποκαρτεροῦντί φησιν ἐφεξῆς στρώματ᾽, ἀργυρώματα, θηρίκλειοι καὶ τορευτὰ πολυτελῆ ποτήρια ἕτερα. Ἀριστοφῶν δ’ ἐν Φιλωνίδῃ· τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης δι’ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα, ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην, προσφέρων ἔδωκεν οἶμαι, χρηστότητος οὕνεκα. εἶτ’ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως. Θεόφιλος δ’ ἐν Βοιωτίᾳ· τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ τῶν θηρικλείων πῶς δοκεῖσ’ κεραννύει καλῶς, ἀφρῷ ζέουσαν. οὐδ’ ἂν Αὐτοκλῆς οὕτως μὰ τὴν Γῆν εὐρύθμως τῇ δεξιᾷ ἄρας ἐνώμα. ἐν δὲ Προιτίσι· καὶ κύλικ’ ἀκράτου θηρίκλειον εἰσφέρει πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ’ Ἀγαθῆς Τύχης.
44 Ἴσθμιον . Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων Κυπρίους τὸ ποτήριον οὕτως καλεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi