Kitap 11
25
ἄμυστις. καλεῖται μὲν οὕτω πόσις τις, ἣν ἔστιν ἀπνευστὶ πίνειν μὴ μύσαντα. καλοῦσι δ’ οὕτω καὶ τὰ ποτήρια ἀφ᾽· ὧν ἔστι πιεῖν εὐμαρῶς. καὶ τὸ ῥῆμα δὲ ἐξημύστισε φασί, τὸ ὑφ’ ἓν πνεῦμα πιεῖν, ὡς ὁ κωμικὸς Πλάτων· λύσας διαρκῆ στάμνον εὐώδους ποτοῦ ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος· ἔπειτ’ ἄκρατον κοὐ τεταργανωμένον ἔπινε κἀξημύστισεν. ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένου πρὸς ὠκύτητα χρόνου, ὡς Ἀμειψίας· αὔλει μοι μέλος· σὺ δ’ ᾆδε πρὸς τήνδ᾽ , ἐκπίομαι δ’ ἐγὼ τέως. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε. β. οὐ χρὴ πόλλ’ ἔχειν θνητὸν ἄνθρωπον, ἀλλ’ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.
26
Ἀντιγονίς ἔκπωμα ἀπὸ τοῦ βασιλέως Ἀντιγόνου, ὡς ἀπὸ Σελεύκου σελευκὶς , καὶ ἀπὸ Προυσίου Προυσίας .
26
ἀναφαῖα ἡ θερμοποτὶς παρὰ Κρησίν.
26
ἀρύβαλλος ποτήριον κάτωθεν εὐρύτερον, ἄνω δὲ συνηγμένον, ὡς τὰ συσπαστὰ βαλάντια, ἃ καὶ αὐτὰ διὰ τὴν ὁμοιότητα ἀρυβάλλους τινὲς καλοῦσιν. Ἀριστοφάνης Ἱππεῦσι· κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ ἀμβροσίαν. οὐ πόρρω δέ ἐστι τοῦ ἀρυστίχου ὁ ἀρύβαλλος, ἀπὸ τοῦ ἀρύτειν καὶ βάλλειν. λέγουσι δὲ καὶ πρόχουν ἄρυστιν. Σοφοκλῆς· κακὴ κακῶς σὺ πρὸς θεῶν ὀλουμένη, ἣ τὰς ἀρύστεις ὧδ’ ἔχουσ’ ἐκώμασας. ἐστὶ δὲ καὶ πόλις Ἰώνων Ἄρυστις.
26
ἀργυρὶς εἶδος ποτηρίου, οὐ μόνον ἐξ ἀργύρου, Ἀναξίλας· καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν.