Kitap 11
23
ὅτι παρὰ Τιμαχίδᾳ Αἰακίς ἡ κύλιξ καλεῖται. ἄκατος ποτήριον ἐοικὸς πλοίῳ. Ἐπικράτης· κατάβαλλε τἀκάτια, τὰ κυμβία αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου ἄνελκε τὴν γραῦν, τὴν νέαν δ’ ἐπουρίσας πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν ποοῦ καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα.
23
ἄωτον παρὰ Κυπρίοις τὸ ἔκπωμα, ὡς Πάμφιλος. Φιλίτας δὲ ποτήριον οὖς οὐκ ἔχον.
23
ἄροκλον ἡ φιάλη παρὰ τῷ Κολοφωνίῳ Νικάνδρῳ.