Kitap 11
21
ὁρᾷς δ᾽, ὅταν πίνωσιν ἄνθρωποι, τότε πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας, εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους (Arist. Eq. 92). αὔξει γὰρ καὶ τρέφει μεγαλύνει τε τὴν ψυχὴν ἡ ἐν τοῖς πότοις διατριβή, ἀναζωπυροῦσα καὶ ἀνεγείρουσα μετὰ φρονήσεως τὸν ἑκάστου νοῦν, ὥς φησιν ὁ Πίνδαρος (fr. 218)· ἁνίκ’ ἀνθρώπων καματώδεες οἴχονται μέριμναι στηθέων ἔξω, πελάγει δ’ ἐν πολυχρύσοιο πλούτου πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτάν· ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δ’ αὖ πλουτέοντες ... εἶτ’ ἐπάγει· ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες.
22
ΑΓΚΥΛΗ ποτήριον πρὸς τὴν τῶν κοττάβων παιδιὰν χρήσιμον. Κρατῖνος (I 93 K)· πιεῖν δὲ θάνατος οἶνον, ἂν ὕδωρ ἐπῇ. ἀλλ’ ἴσον ἴσῳ μάλιστ’ ἀκράτου δύο χοᾶς πίνουσ’ ἀπ’ ἀγκύλης, ἐπονομάζουσ’ ἅμα ἵησι λάταγας τῷ Κορινθίῳ πέει. καὶ Βακχυλίδης (fr. 24 B)· εὖτε τὴν ἀπ’ ἀγκύλης ἵησι τοῖς νεανίαις, λευκὸν ἀντείνουσα πῆχυν. ἐντεῦθεν ἐννοοῦμεν τοὺς παρ’ Αἰσχύλῳ (fr. 179 N) ἀγκυλητοὺς κοττάβους. λέγονται δὲ καὶ δόρατα ἀγκυλητὰ καὶ μεσάγκυλα ἄλλα· ἀπὸ ἀγκύλης ἤτοι τῆς δεξιᾶς χειρός. καὶ ἡ κύλιξ δὲ ἡ ἀγκύλη διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προίεσθαι. καὶ οἱ πολλοὶ ἐπὶ τούτῳ μᾶλλον ἐφρόνουν μέγα ἢ ἐπὶ τῷ εὖ ἀκοντίζειν. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι εὐρύθμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. καὶ οἴκους δὲ ἐπιτηδείους κατεσκεύαζον εἰς ταύτην τὴν παιδιάν.