Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

16 τιμιώτατον δ’ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεὺς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας, ‘οὐδέ τις ἄλλος οὔτ᾽ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ οὔτε τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διί ( Il. 16.225).’ καὶ ὁ Πρίαμος δὲ τὸν υἱὸν λυτρούμενος τοῖς ἐπισημοτάτοις κειμηλίοις καὶ δέπας δίδωσι περικαλλές (Il. 24.234). αὐτός γε μὴν ὁ Ζεὺς τῆς Ἡρακλέους γενέσεως ἄξιον ἡγεῖται δῶρον Ἀλκμήνῃ δοθῆναι ποτήριον, ὅπερ Ἀμφιτρύωνι εἰκασθεὶς δίδωσιν, ἃ δ’ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα ποτήριον. τὸν δὲ Ἥλιον ὁ Στησίχορος (fr. 8) ποτηρίῳ διαπλεῖν φησι τὸν ὠκεανόν, ᾧ καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. οἴδαμεν δὲ καὶ τὸ Βαθυκλέους τοῦ Ἀρκάδος ποτήριον, ὃ σοφίας ἆθλον ὁ Βαθυκλῆς τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων ζʹ σοφῶν ἀπέλιπε. τὸ δὲ Νέστορος ποτήριον πολλοὶ καὶ κεραμεύουσι· πλεῖστοι γὰρ περὶ αὐτοῦ συνεγράψαντο. καὶ θεοφιλὲς δὲ τὸ ποτήριον· ‘χρυσέοις’ γοῦν ‘δεπάεσσιν ἀλλήλους’ δεξιοῦνται (Il. 4.3). ἐλευθέριον δέ, φησί, καὶ ἐμμελῶς ἐν οἴνῳ διάγειν, μὴ κωθωνιζόμενον μηδὲ Θρᾳκίῳ νόμῳ ἄμυστιν οἰνοποτεῖν, ἀλλὰ τῷ πόματι φάρμακον ὑγείας ἐγκιρνάναι τὸν λόγον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi