Kitap 10
81
Νεοπτόλεμος δὲ ὁ Παριανὸς ἐν τῷ περὶ ἐπιγραμμάτων ἐν Χαλκηδόνι φησὶν ἐπὶ τοῦ Θρασυμάχου τοῦ σοφιστοῦ μνήματος ἐπιγεγράφθαι τόδε τὸ ἐπίγραμμα· τοὔνομα θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χεῖ οὖ σάν, πατρὶς Χαλκηδών· ἡ δὲ τέχνη σοφίη. τὸ δὲ Καστορίωνος τοῦ Σολέως, ὡς ὁ Κλέαρχός φησιν, εἰς τὸν Πᾶνα ποίημα τοιοῦτόν ἐστι· τῶν ποδῶν ἕκαστος ὅλοις ὀνόμασιν περιειλημμένος πάντας ὁμοίως ἡγεμονικοὺς καὶ ἀκολουθητικοὺς ἔχει τοὺς πόδας, οἷον (III 635 B)· σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον ναίονθ’ ἕδραν, θηρονόμε Πάν, χθόν’ Ἀρκάδων κλήσω γραφῆι τῆιδ’ ἐν σοφῆι πάγκλειτ’ ἔπη συνθείς, ἄναξ, δύσγνωστα μὴ σοφῶι κλύειν, μουσοπόλε θήρ, κηρόχυτον ὃς μείλιγμ’ ἱεῖς, καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. τούτων δὲ ἕκαστον τῶν ποδῶν, ὡς ἂν τῇ τάξει θῇς, τὸ αὐτὸ μέτρον ἀποδώσει, οὕτως· σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον, νιφοκτύποις σὲ τὸν βολαῖς δυσχείμερον. καὶ ὅτι τῶν ποδῶν ἕκαστός ἐστι ἑνδεκαγράμματος. ἔστι καὶ μὴ τοῦτον τὸν τρόπον ἀλλ’ ἑτέρως ποιῆσαι, ὥστε πλείω πρὸς τὴν χρῆσιν ἐκ τοῦ ἑνὸς ἔχειν οὕτω λέγοντας· μέτρον φράσον μοι τῶν ποδῶν μέτρον λαβών. λαβὼν μέτρον μοι τῶν ποδῶν μέτρον φράσον. οὐ βούλομαι γὰρ τῶν ποδῶν μέτρον λαβεῖν. λαβεῖν μέτρον γὰρ τῶν ποδῶν οὐ βούλομαι.