Kitap 10
34
τὸ δ’ ἐνδελεχῶς μεθύειν, φησὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ (IV 566 M), τίν’ ἡδονὴν ἔχει, ἀποστεροῦντα ζῶνθ’ ἑαυτὸν τοῦ φρονεῖν, ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις; καὶ Ἄλεξις δὲ ἐν τῇ τοῦ Φρυγίου διασκευῇ φησιν (II 390 K)· εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν παρεγίνεθ’ ἡμῖν, οὐδ’ ἂν εἷς οἶνόν ποτε προσίετο πλείω τοῦ μετρίου. νυνὶ δὲ τὴν τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν. τὸν δὲ Σαμαγόρειον οἶνον καλούμενόν φησιν ὁ Ἀριστοτέλης (p. 119 R) ἀπὸ τριῶν κοτυλῶν κερασθεισῶν μεθύσκειν ὑπὲρ τεσσαράκοντα ἄνδρας.’