Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

34 οἱ δὲ ἀγνοοῦντες τὴν τοῦ οἴνου δύναμιν τὸν Διόνυσον φάσκουσιν μανιῶν εἶναι αἴτιον τοῖς ἀνθρώποις, βλασφημοῦντες οὐ μετρίως. ὅθεν ὁ Μελανιππίδης ἔφη (fr. 4 B)· πάντες δ’ ἀπεστύγεον ὕδωρ, τὸ πρὶν ἐόντες ἀίδριες οἴνου. τάχα δὴ τάχα τοὶ μὲν οὖν ἀπωλαυοντο, τοὶ δὲ παράπληκτον χέον ὀμφάν. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ μέθης (p. 118 R) φησίν· ‘εἰ ὁ οἶνος μετρίως ἀφεψηθείη, πινόμενος ἧττον μεθύσκει· τὴν γὰρ δύναμιν ἀφεψηθέντος αὐτοῦ ἀσθενεστέραν γίγνεσθαι· μεθύσκονταί τε, φησίν, οἱ γεραίτεροι τάχιστα δι’ ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτοὺς ἐνυπάρχοντος φύσει θερμοῦ. καὶ οἱ παντελῶς δὲ νέοι τάχιον μεθύσκονται διὰ τὸ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ· τῷ γὰρ ἐκ τοῦ οἴνου προσγινομένῳ κρατοῦνται ῥᾳδίως. μεθύσκονται δὲ κἀν τοῖς ἀλόγοις ζῴοις ὕες μὲν σταφυλῆς στεμφύλων χορτασθέντες καὶ τὸ τῶν κοράκων καὶ τῶν κυνῶν γένος τὴν οἰνοῦτταν καλουμένην φαγόντα βοτάνην, πίθηκος δὲ καὶ ἐλέφας πιόντες οἶνον. διὸ καὶ τὰς θήρας ποιοῦνται τῶν πιθήκων καὶ τῶν κοράκων μεθυσθέντων, τῶν μὲν οἴνῳ, τῶν δὲ τῇ οἰνούττῃ.’

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi