Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

30 δ’ αἱ τῶν ἀκροατῶν ἐπιχύσεις, ὥς φησι Θεόφραστος ἐν τῷ περὶ μέθης, οὐ παλαιαί· ἀλλ’ ἦν ἀπ’ ἀρχῆς τὸ μὲν σπένδειν ἀποδεδομένον τοῖς θεοῖς, ὁ δὲ κότταβος τοῖς ἐρωμένοις. ἐχρῶντο γὰρ ἐπιμελῶς τῷ κοτταβίζειν ὄντος τοῦ παιγνίου Σικελικοῦ, καθάπερ καὶ Ἀνακρέων ὁ Τήιος πεποίηκε· Σικελὸν κότταβον ἀγκύλῃ λατάζων. διὸ καὶ τὰ σκολιὰ καλούμενα μέλη τῶν ἀρχαίων ποιητῶν πλήρη ἐστί· λέγω δ’ οἷον καὶ Πίνδαρος πεποίηκε χάριτάς τ’ ι Ἀφροδισίων ἐρώτων, ὄφρα σὺν Χειμάρῳ τε μεθύω Ἀγάθωνι τ’ ἰάλω κότταβον. τοῖς δὲ τετελευτηκόσι τῶν φίλων ἀπένεμον τὰ πίπτοντα τῆς τροφῆς ἀπὸ τῶν τραπεζῶν διὸ καὶ Εὐριπίδης περὶ τῆς Σθενεβοίας φησίν, ἐπειδὴ νομίζει τὸν Βελλεροφόντην τεθνάναι· πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός, ἀλλ’ εὐθὺς αὐδᾷ ᾽ τῷ Κορινθίῳ ξένῳ.᾽

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi